Add parallel Print Page Options

31 μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν; ἤ· Τί πίωμεν; ἤ· Τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη [a]ἐπιζητοῦσιν· οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν [b]βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον, ἡ γὰρ αὔριον μεριμνήσει [c]αὑτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:32 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:33 βασιλείαν WH ] + τοῦ θεοῦ Treg NIV RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6:34 αὑτῆς WH ] ἑαυτῆς Treg NIV; τὰ ἑαυτῆς RP